Ancient Greek · ~3 min
2.207 to 2.208
Hippocrates, De muliebribus 2.207-208
Not analysed yet
207. Ἢν δὲ ὑστέρη ἀλγέῃ ἄχρι κύστιος, πράσου καρπὸν ξὺν ὕδατι τριπτὸν πίνειν· ἢ κυκλαμίνου ῥίζην ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω νῆστις, καὶ χλιάσματα προστιθέναι· ἢ σκορόδου μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον, λεῖα ποιήσας, μέλιτι δεύων προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω. 208. Ὑστερέων πάσης νούσου θεραπευτικόν· λίνου τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμὴν κόψας λεπτὰ, καταβρέξαι ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνειν, εἴριον ὡς μαλθακώτατον ἐμβάπτων, καὶ τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Βοηθεῖ δὲ καὶ κρόκος, σμύρνα, κάρυα ποντικὰ, ἄλευρον καθαρὸν, ἐν χηνὸς στέατι καὶ μύρῳ ἰρίνῳ προστιθέναι.