Ancient Greek · ~1 min
3.239 to 3.240
Hippocrates, De muliebribus 3.239-240
Not analysed yet
239. Ποιέειν δὲ φῦσαν ἐν τῇ μήτρῃ ὅταν βούλῃ, σκορόδου μώλυζαν καὶ ὀπὸν σιλφίου παραμιγνύναι πρὸς τὰ προσθετά. 240. Καὶ ἥτις ἂν μὴ δύνηται διατελεῖν τοὺς δέκα μῆνες κύουσα, ἀλλὰ διαφθείρῃ καὶ τοῦτο πάσχῃ πλεονάκις, ταύτης τὰς μήτρας καθαίρειν ὕδωρ, καὶ αὐτὴν φαρμακεύειν, ὅκως ὕδωρ καθαίρηται.