Ancient Greek · ~6 min
Book 3
Hippocrates, De muliebribus 3.241
Not analysed yet
241. Ἢν δὲ κατέχουσα τὴν γονὴν μὴ κυΐσκηται, ξυμβαίνει δὲ τοῦτο πλείστῃσι τοῦ στομάχου χανόντος τῆς μήτρης παρὰ φύσιν, τὰ ἐπιμήνια πλείω γίνεται τοῦ προσήκοντος καὶ ὑγρότερα, ὥστε τὸ ἀπὸ τῆς γυναικὸς μὴ ξυλλαμβάνεσθαι πρὸς τὴν τέκνωσιν, τήν τε τοῦ ἀνδρὸς γονὴν ἐπιοῦσαν διαφθείρεσθαι· γίνεται δὲ ταῦτα τοῦ τε σώματος καὶ τῶν μητρέων νοσεόντων. Ἀλλὰ δεῖ ταύτῃ κατωτερικὰ διδόναι διαλείποντα, καὶ πυριῇν ὅλον τὸ σῶμα, καὶ τὰς μήτρας ὄξει καὶ θαλάσσῃ, μύλους διαπύρους ἐμβάλλοντα· ἐμβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου πρίσματα, καὶ δάφνης φύλλα κόψας χλωρῆς, καὶ πολυκνήμου αὐτοῦ φύλλα· πυριῇν δὲ ὁκοῖον ἂν δοκέῃ καιρὸς εἶναι χρόνον· μετὰ δὲ τοῦτο ἐκλούσθω, ὄξει ἐνεψῶν λωτοῦ τορνεύματα, καὶ ῥόδινον, καὶ πουλυκνήμου αὐτοῦ τὰ φύλλα· ἐπὶ τελευτῆς δὲ θυμιῇν, φλόμου φύλλα κόψας καὶ λωτοῦ τορνεύματα· ἔμπροσθεν δὲ πρὶν ἐκλούσασθαι, θυμιῆσαι σμύρνῃ καὶ λιβανωτῷ, τρίψας ἴσον ἑκατέρου, καὶ μυρσίνης καὶ δάφνης φύλλα, ταῦτα ἀναμίξας καὶ ἐπιβαλὼν ἐπὶ μαλθακὸν πῦρ, θυμιῇν νεοπυρίητον ἐοῦσαν δὶς τῆς ἡμέρης, πυριῇν νεόλουτον ἐοῦσαν, καὶ τῆς θυμιήσεως ὕστερον λουέσθω, καὶ τὸν στόμαχον καθιστάναι ἐς τὴν ἀρχαίην φύσιν· καὶ ἢν ἐξαρκέουσα ᾖ, πρόσθεν δὲ τούτων πάντων τάμνειν τὴν ἐν τῇ χειρὶ φλέβα τῇ ἀριστερῇ, καὶ οὕτω τἄλλα ποιέειν. Ἢν δὲ ὁ μὲν στόμαχος οὕτως ἔχῃ, τὰ δ’ ἐπιμήνια μὴ ἴῃ, ἢ φλαύρως, ἢ ἐπὶ τοὔλαττον, πρὸς πλείονα κάθαρσιν τρέπεσθαι πρὸς τοῖσιν ἄλλοισιν ἅπασι, καὶ οὕτω θεραπεύειν, καὶ προστιθέναι, ἢν δέῃ, καὶ ἐκ τῶν πρόσθεν λούων καὶ θυμιῶν καὶ ξηραίνων.