Ancient Greek · ~1 min
Book 3
Hippocrates, De muliebribus 3.243
Not analysed yet
243. Ἢν αἱ μῆτραι μὴ κατέχωσι τὴν γονὴν, μόλυβδον καὶ λίθον ἥτις τὸν σίδηρον ἁρπάζει, ταῦτα τρίψας λεῖα, ἐς ῥάκος ἀπόδησον, καὶ ἐς γάλα γυναικὸς ἐμβάψας προσθετῷ χρήσθω. Ἄλλο· χαλκοῦ ἄνθος τρίψας, μέλιτι διεῖναι, καὶ προστιθέναι τοῦτο.