Ancient Greek · ~4 min
Book 3
Hippocrates, De muliebribus 3.242
Not analysed yet
242. Ἢν δὲ γυνὴ ἐκτιτρώσκῃ ἀέκουσα καὶ μὴ θέλῃ ἐκβάλλειν, πυροὺς πεφρυγμένους καὶ κατεληλεσμένους καὶ σταφίδα κεκομμένην λευκὴν, μελικρήτῳ γλυκερῷ ταῦτα διεὶς, ἐλαίου σμικρὸν παραχέων, νήστει πίνειν διδόναι· μετὰ δὲ, ῥαφάνου σπέρμα τρίψας καὶ ὅξος καὶ χηνὸς στέαρ, ταῦτα μίξας, ἐσθιέτω, καὶ προστιθέσθω δάφνης φύλλα τρίβουσα· μετὰ δὲ πινέτω ὀρίγανον καὶ γλήχωνα καὶ ἄλφιτον ἐν ὕδατι, ἐπιπάσσουσα δάφνης φύλλα κεκομμένα καὶ τετριμμένα λεῖα, κόμμι παραμίξας, καὶ διεὶς ὕδατι, πίνειν διδόναι. Ἄλλο· ὄϊος στέαρ καὶ χηνὸς ἄλειφα, καὶ μέλι ἐς τωὐτὸ μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, καὶ γάλακτος ὑπόστασιν ἐν τούτῳ μίξας, χηνὸς στέαρ τήξας, ταῦτα ἐνεψήσας, διδόναι ῥοφεῖν. Ἄλλο· ὀριγάνου φύλλα τρίψας ὡς λειότατα, ἢν μὲν ἔχῃ, χλωρῆς, εἰ δὲ μὴ, ξηρῆς, διεὶς ἐν ὕδατι, πίνειν διδόναι. Ἄλλο· δάφνης καρπὸν τρίψας ὡς λειότατον, καὶ ὑὸς θηλείης στέαρ τήξας, καὶ μέλιτι ταῦτα ὁμοῦ πάντα μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, ἐν οἴνῳ διεὶς κεκρημένῳ, πίνειν διδόναι.