Ancient Greek · ~2 min
Chapter 108
Hippocrates, De natura muliebri 108
Not analysed yet
108. Καὶ ἢν ἑλκωθῇ καὶ φλύκταιναι ὦσιν ἐν τῇ καθάρσει, ἢν μὲν ἄκρα τὰ χείλεα ἑλκωθῇ, ἄνισον καὶ χήνειον ἔλαιον ἐν ῥοδίνῳ ἐλαίῳ τρίψας, ἐς εἰρίον ἐνειλίξας, σάκα βοὸς λαβὼν παχυτέρην τοῦ μεγάλου δακτύλου τοῦ ποδὸς, μῆκος δὲ ἓξ δακτύλων, χρίσας τῷ φαρμάκῳ, περιελίξας τῷ εἰρίῳ, τὸ φάρμακον ἀνασπογγίσας, τὸ ἔσχατον τῆς σαρκὸς, ὃ μέλλει ἔξω εἶναι· ,λίνῳ δήσας, ἔνθες τὸ ψιλὸν τῆς σαρκὸς ἐς τὰς μήτρας, οὗ ἂν τὸ ἔλκος ᾖ.