Ancient Greek
Chapter 61
Hippocrates, De natura muliebri 61
Not analysed yet
61. Ἢν στραγγουρίη λάβῃ, τῆς σικύης ἀποταμὼν τὸ στόμα καὶ τὸν πυθμένα, ὑποθεὶς ἀνθρακίην, περίθες τῇ σικύῃ, τῆς σμύρνης ξηρᾶς κεκομμένης ἐπὶ τὸ πῦρ ἐπιπάσας, περικαθίσας ἐπὶ τὴν σικύην, καὶ ἐνθέσθω ἐς τὸ αἰδοῖον τὸ ἄκρον τῆς σικύης ὡς ἐσωτάτω, ὅκως ἂν ἡ ἀτμὶς ὡς πλείστη ἐς τὰ αἰδοῖα ἀποπέμπηται· καὶ τῶν οὐρητικῶν ποτημάτων διδόναι νήστει.