Ancient Greek · ~1 min
Chapter 96
Hippocrates, De natura muliebri 96
Not analysed yet
96. Πειρητήριον· μώλυζαν σκορόδου ἀποξύσας, προσθεῖναι πρὸς τὰς μήτρας· τῇ δ’ ὑστεραίῃ τὸν δάκτυλον ἐσαφάσας σκόπει· καὶ ἢν μὲν ὄζῃ τὸ στόμα, εὖ ἔχει· εἰ δὲ μὴ, πάλιν προστιθέσθω. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον ἐν εἰρίῳ εἱλίξας προσθεῖναι, καὶ ὁρῇν ὅθεν ἂν τοῦ στόματος ὄζῃ.