Ancient Greek
Chapter 10
Hippocrates, De natura ossium 10
Not analysed yet
10. Ἡ δὲ ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν ἐς καρδίην. Καὶ ᾔει μὲν εὐθεῖα ἐς κληβδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν. Ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ’ ἂν τῇ ἐπ’ αὐτέης τῆς καρδίης προστύχῃ ἐπικαμπτομένη ἐς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σφονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποις ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἐνταῦθ’ ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δ’ ἔνθα τῶν σφονδύλων ἐλθοῦσα κατηναλώθη· ἡ δὲ εὐθεῖα ἀπὸ καρδίης πρὸς κληβδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶν, ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, καὶ ἀπὸ ταύτης ἀΐσσει ἐς τὸ ἧπαρ ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥᾴδιον χωρίσαι. Δισσαὶ δ’ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι δὲ ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν, ἀρτηρίης τρόπον ἔχουσαι. Ταύτῃ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς δὲ διὰ τῶν φρενῶν εἰσιν ἀμφὶ ταύτας, καὶ πεφύκασιν ἄνωθεν δὲ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες. Δύο δὲ παχεῖς τόνοι ἀπ’ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σφονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος εἰς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σφόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθ’ ἐτελεύτων· καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληβδα σφονδύλων παρὰ ῥάχιν παρέτεινεν, ἐκ πλαγίου σφονδύλου, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν· ὥσπερ αἱ φλέβες, οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ’ ὅθεν φρένες ἐξεπεφύκεσαν ἀπὸ τούτου ξυνεχέες ἐόντες, κατὰ μέσον κάτωθεν ἀρτηρίης· τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.