Ancient Greek
Chapter 7
Hippocrates, De natura ossium 7
Not analysed yet
7. Ἡ δὲ αἱμόῤῥους ἀπὸ τῆς ἀρτηρίης ταύτης διὰ τοῦτο ἐσχίσθη, ὅτι μετέωρος ἐνταῦθά ἐστι διὰ καρδίης πορευομένη. Τὰ δὲ κάτω πλευρέων, ἡ αἱμόῤῥους ἡ παχείη καλεομένη φλὲψ τοῖσι σφονδύλοισιν αὖθις ἐφ’ ἑωυτῆς διαδιδοϊ, καὶ ἐνταῦθα προσέχεται, καὶ οὐκ ἔτι κρέμαται ὥσπερ ἄνω δι’ ἥπατος ἰοῦσα. Ἔστι δὲ κατὰ μὲν ὀσφὺν ἄνω ἡ ἀρτηρίη, ὑποκάτω δὲ ἡ αἱμόῤῥους ἡ ἀπὸ τοῦ ἥπατος διὰ φρενῶν ἐλθοῦσα μετέωρος, παρὰ τὰ ἐπὶ δεξιὰ τῆς καρδίης φέρεται ἄχρι κληΐδων, ἁπλῆ, πλὴν ὅσον αὐτῇ τῇ καρδίῃ κοινωνέει. Τὰ μὲν κατ’ αὐτὴν σχιζόμενα ἐπιπολαιότερα, τὰ δὲ τὴν κοιλίην τῆς καρδίης διέχοντα, ἔπειτα ἀπὸ τῆς καρδίης τὸ ἐπ’ ἀριστερὰ κάθηται ἁπλῆ πρὸς ῥάχιν, ἣ παλινδρομέει ἐς μὲν τὸ ἄνω τοῦ σώματος ἄχρι τῶν ἀνωτάτω πλευρέων· καὶ ἀποσχίδας ἀφ’ ἑαυτῆς ἔχει παρ’ ἑκάστην πλευρὴν παρατεταμένας κατὰ φύσιν ἄχρι στήθεος συνοκωχῆς καὶ ἐπ’ ἀριστερὰ καὶ ἐπὶ δεξιά· καὶ τὸ ἰθὺ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης τόνος καὶ ὁ τῆς ἀπὸ τοῦ ἥπατος φλεβός. Πρὸς δὲ τὸ κάτω μέρος τῆς καρδίης ὁ μὲν ἰθὺς τόνος ἀπ’ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης, ὁ δεύτερος ὁ παρὰ καρδίην, καὶ ἐς τὰ κάτω μέρη φρενῶν ἐτράπετο, τὰ πρὸς ῥάχιος ἠρτημένα· ἐντεῦθεν δὲ ἀπόσχιδες ἐς ἰθὺ ἕκασται ἐπιφέρονται, δι’ ὀστέων καὶ σαρκῶν περαιωθεῖσαι ἀλλήλαις.