Ancient Greek · ~1 min
Section 5
Hippocrates, De officina medici 5
Not analysed yet
5. Ὅργανα μὲν, καὶ ὅτε, καὶ οἵως, εἰρήσεται· ὅκου δεῖ· μὴ ἐμποδὼν τῷ ἔργῳ, μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος· ἄλλος δὲ ἢν διδῷ, ἕτοιμος ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ, ὅταν κελεύῃς.