Ancient Greek · ~2 min
Section 7
Hippocrates, De officina medici 7
Not analysed yet
7. ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως· ταχέως μὲν, ἀνύειν τὰ ἔργα· ἀπόνως δὲ, ῤηῖδίως δρῇν· εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως· εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως· ἄφʼ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται. εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καλῶς μὲν, ἁπλῶς, εὐκρινέως· ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως· ἢ ἄνισα καὶ ἀνόμοια [,ἀνίσως καὶ ἀνομοίως]· τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, ῤόμβος, καὶ ἡμίτομον· ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.