Ancient Greek · ~4 min
Chapter 18
Hippocrates, De prisca medicina 18
Not analysed yet
18. Δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων· πρῶτον μέν ἐστι φανερώτατα ὧν πάντες ἔμπειροι πολλάκις ἤδη ἐσμέν τε καὶ ἐσόμεθα. Τοῦτο μὲν, ὅσοισιν ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινέων, τοῦτο ὡς πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινέων καθ᾿ ἑκάστην ἡμέρην, καὶ οἰδέειν μὲν ποιέει τὴν ῥῖνα, καὶ ξυγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως· ἢν δὲ τὴν χεῖρα προσφέρῃς καὶ πλείω χρόνον παρέῃ, καὶ ἐξελκοῦται τὸ χωρίον, ἄσαρκόν τε καὶ σκληρὸν ἐόν. Παύεται δέ πως τό γε καῦμα ἐκ τῆς ῥινὸς, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ἔῃ· ἀλλ᾿ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὸ ῥέῃ πέπον τε καὶ μεμιγμένον μᾶλλον τῷ πρότερον γινομένῳ, τότ᾿ ἤδη καὶ τὸ καῦμα πέπαυται· ἀλλ᾿ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτέου μούνου γίνεται, μηδενὸς ἄλλου ξυμπαραγενομένου, πᾶσιν αὔτή ἡ ἀπαλλαγὴ, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδέεται. Τὰ δ᾿ ἄλλα πάντα ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας φημὶ ἔγωγε γίνεσθαι, τὸν αὐτὸν τρόπον ἀποκαθίσταται κρηθέντα καὶ πεφθέντα.