Ancient Greek · ~3 min
Chapter 7
Hippocrates, De prisca medicina 7
Not analysed yet
7. Τί οὖν φαίνεται έτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφὴν, ἢ κεῖνος ὁ ἀπ᾿ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑρών τε καὶ παρασκευάσας διαίτης; ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα. Ὁ μὲν, ὅσων μὴ ἠδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διά ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα ἐζήτησεν ἀφελεῖν. Τί δὴ τοῦτ᾿ ἐκείνου διαφέρει ἀλλ᾿ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ κείνη ἡ πρότερον γενομένη;