Ancient Greek
Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.
Hippocrates, Epidemiarum 1.14
Not analysed yet
Ἄῤῥωστος τεσσαρεσκαιδέκατος. Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός. Αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τουτέων πάντων ξυνεχέες. Ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης· ἐρύθημα ἐπὶ γνάθων· σμικρὰ παρέκρουσεν. Ἑβδόμῃ ἵδρωσεν· πυρετὸς διέλιπεν· οἱ πόνοι παρέμενον. Ὑπέστρεψεν· ὕπνοι σμικροί· οὖρα διὰ τέλεος, εὔχροα μὲν, λεπτὰ δέ· διαχωρήματα λεπτὰ, χολώδεα, δακνώδεα, κάρτα ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν· οὔροισιν ὑπόστασις λευκὴ, λείη· ἵδρωσεν· ἐκρίθη τελέως ἑνδεκαταίη.