Ancient Greek
2.1.ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ. ΤΜΗΜΑ ΠΡΩΤΟΝ. to 2.1.3
Hippocrates, Epidemiarum 2.1.ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ. ΤΜΗΜΑ ΠΡΩΤΟΝ.-2.1.3
Not analysed yet
1. Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λαύρῳ δι᾿ ὅλου· ἐγένετο δὲ μᾶλλον νότῳ, καὶ ὑπεγίνοντο μὲν ἐν τῷ δέρματι ἰχῶρες· ἔγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. 2. Ἐν καύμασιν ἀνυδρίης, οἱ πυρετοὶ, ἀνίδρωτες τὰ πλεῖστα· ἐν τουτέοισι δὲ, ἢν ἐπιψεκάσῃ, ἱδρωτικώτεροι γίνονται κατ᾿ ἀρχάς· ταῦτα δυσκριτώτερα μὲν, ἢ ἄλλως· ἀτὰρ ἧσσον, εἰ μὴ εἴη διὰ ταῦτα, ἀλλὰ διὰ τῆς νούσου τὸν τρόπον. Οἱ καῦσοι ἐν τῇσι θερινῇσι μᾶλλον γίνονται, καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν, ἐπιξηραίνονται δὲ μᾶλλον θέρεος. 3. Φθινοπώρου μάλιστα τὸ θηριῶδες καὶ ἡ καρδιαλγία· καίτοι καὶ αὐτὴ ἧσσον κακουργοίη ἂν, ἢ αὐτέου τοῦ νοσήματος τοιούτου ἐόντος. Αἱ ἀσκαρίδες δείλης, ὁμοίως τουτέῳ, καὶ ἐκεῖναι τηνικαῦτα ὀχλέουσι τῆς ἡμέρης τὰ πλεῖστα, οὐ μόνον διὰ τὸ μᾶλλον πονέειν, καὶ αὐταὶ διὰ σφᾶς ἑωυτάς.