Ancient Greek
Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.
Hippocrates, Epidemiarum 1.3-2
Not analysed yet
Ἄῤῥωστος τρίτος. Ἡροφῶντι πυρετὸς ὀξύς· ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ᾿ ἀρχάς· μετὰ δὲ, λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν· οὖρα μέλανα, λεπτά. Πέμπτῃ, πρωῒ κώφωσις· παρωξύνθη πάντα· σπλὴν ἐπήρθη· ὑποχονδρίου ξύντασις· ἀπὸ κοιλίης ὀλίγα, μέλανα διῆλθεν· παρεφρόνησεν. Ἕκτῃ, ἐλήρει· ἐς νύκτα ἱδρώς· ψύξις· λῆρος παρέμενεν. Ἑβδόμῃ, περιέψυκτο· διψώδης παρέκρουεν· νύκτα κατενόει· κατεκοιμήθη. Ὀγδόῃ ἐπύρεσσεν· σπλὴν ἐμειοῦτο· κατενόει πάντα· ἤλγησε τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ᾿ ἴξιν· ἔπειτα ἐπόνει ἐς ἀμφοτέρας κνήμας· νύκτα εὐφόρως· οὖρα εὐχρούστερα· ὑπόστασιν εἶχε σμικρήν. Ἐνάτῃ ἵδρωσεν· ἐκρίθη· διέλιπεν. Πέμπτῃ ὑπέστρεψεν· αὐτίκα δὲ σπλὴν ἐπήρθη· πυρετὸς ὀξύς· κώφωσις πάλιν. Μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ, σπλὴν ἐμειοῦτο· κώφωσις ἧσσον· σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν· ἐκρίθη ἑπτακαιδεκάτῃ· οὐδὲ παρέκρουσεν ἐπὶ τῇ ὑποστροφῇ.