Ancient Greek
Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.
Hippocrates, Epidemiarum 1.4
Not analysed yet
Ἄῤῥωστος τέταρτος. Ἐν Θάσῳ Φιλίνου γυναῖκα, θυγατέρα τεκοῦσαν, κατὰ φύσιν καθάρσιος γενομένης, καὶ τἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος· ἤλγεε δὲ ἀρχομένη καρδίην, καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις ἐπαύσατο. Προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον· ὕπνοι οὐκ ἐνῆσαν· ἄκρεα ψυχρά· διψώδης· κοιλίη ξυνεκαύθη· σμικρὰ διήει· οὖρα λεπτὰ, ἄχροα κατ᾿ ἀρχάς. Ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ, καὶ πάλιν κατενόει. Ἑβδόμῃ διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σπασμοὶ πολλοὶ μετὰ πόνου· πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθεμένη, πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. Ἐνάτῃ σπασμοί. Δεκάτῃ σμικρὰ κατενόει. Ἑνδεκάτῃ ἐκοιμήθη· πάντων ἀνεμνήσθη· ταχὺ δὲ πάλιν παρέκρουσεν· οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πουλὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίγνεται ἐκ τῶν καθισταμένων ὅταν ἀναταραχθῇ κείμενον πουλὺν χρόνον· οὐ καθίστατο· χρῶμα καὶ πάχος ἴκελον, οἷον γίγνεται ὑποζυγίου, τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. Περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ, παλμοὶ δι᾿ ὅλου τοῦ σώματος· λόγοι πουλλοί· σμικρὰ κατενόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. Περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα, ἦν ἄφωνος· εἰκοστῇ ἀπέθανεν.