Ancient Greek
Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.
Hippocrates, Epidemiarum 1.5-2
Not analysed yet
Ἄῤῥωστος πέμπτος. Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ Ἀρχιγέτην, περὶ τόκον ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη ὡς ἔλεγον· καὶ τῇ ὑστεραίῃ τὰ αὐτά Τρίτῃ δὲ ἔτεκε θυγατέρα, καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθεν. Δευτέρῃ μετὰ τόκον, ἔλαβε πυρετὸς ὀξύς· καρδίης πόνος καὶ γυναικείων· προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη· κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα, χολώδεα, λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ, ὑπομέλανα. Ἀφ᾿ ἧς δὲ ἔλαβε πῦρ, ἐς νύκτα ἑκταίη παρέκρουσεν. Ἑβδόμῃ πάντα παρωξύνθη· ἄγρυπνος· παρέκρουσεν· διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· ἐκοιμήθη πλείω. Ἐνάτῃ διὰ τῶν αὐτῶν. Δεκάτῃ, σκέλεα ἐπιπόνως ἤλγεε· καρδίης πάλιν ὀδύνη· καρηβαρίη· οὐ παρέκρουσεν· ἐκοιμᾶτο μᾶλλον· κοιλίη ἐπέστη. Ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα, συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. Τεσσαρεσκαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς. Πεντεκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄκυρος· ἐς νύκτα δὲ πυρετὸς ὀξύς· οὖρα πάχος ἔχοντα· ὑπόστασις λευκή. Ἑκκαιδεκάτῃ, παρωξύνθη· νύκτα δυσφόρως· οὐχ ὕπνωσεν· παρέκρουσεν. Ὀκτωκαιδεκάτῃ διψώδης· γλῶσσα ἐπεκαύθη· οὐχ ὕπνωσεν· παρέκρουσε πουλλά· σκέλεα ἐπωδύνως εἶχεν. Περὶ δὲ εἰκοστὴν, πρωΐ σμικρὰ ἐπεῤῥίγωσεν· κωματώδης· δι᾿ ἡσυχίης ὕπνωσεν· ἤμεσε χολώδεα ὀλίγα, μέλανα· ἐς νύκτα κώφωσις. Περὶ δὲ πρώτην καὶ εἰκοστὴν, πλευροῦ ἀριστεροῦ βάρος δι᾿ ὅλου μετ᾿ ὀδύνης· σμικρὰ ἐπέβησσεν· οὖρα δὲ πάχος ἔχοντα, θολερὰ, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ᾿ἄλλα κουφοτέρως· οὐκ ἄπυρος αὖθις· ἐξ ἀρχῆς φάρυγγα ἐπωδύνως· ἔρευθος· κίων ἀνεσπασμένος· ῥεῦμα δριμὺ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. Περὶ δὲ εἰκοστὴν ἑβδόμην, ἄπυρος, οὔροισιν ὑπόστασις· πλευρὸν ἤλγεεν. Περὶ δὲ πρώτην καὶ τριακοστὴν, πῦρ ἐλάβετο· κοιλίη χολώδεσιν ὑπεταράχθη· ἤμεσε τῇ τεσσαρακοστῇ ὀλίγα χολώδεα. Ἐκρίθη τελέως ἄπυρος τῇ ὀγδοηκοστῇ.