Ancient Greek
Book 3, ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ. Ι. ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
Hippocrates, Epidemiarum 3.ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
Not analysed yet
Ἄῤῥωστος τέταρτος. Ἐν Θάσῳ, Φιλίστης κεφαλὴν ἐπόνεε χρόνον πουλύν· καί ποτε καὶ ὑποκαρωθεὶς, κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν ξυνεχέων γενομένων, ὁ πόνος παρωξύνθη· νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. Τῇ πρώτῃ, ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ, ἰώδεα πλείω· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθεν· νύκτα δυσφόρως. Δευτέρῃ, κώφωσις· πυρετὸς ὀξύς· ὑποχόνδριον δεξιὸν ξυνετάθη· ἔῤῥεπεν ἐς τὰ ἔσω· οὖρα λεπτὰ, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. Τρίτῃ δυσφόρως. Τετάρτῃ σπασμοί· παρωξύνθη πάντα. Πέμπτῃ, πρωῒ ἀπέθανεν. ϠΦΔΕΘ.