Ancient Greek
Book 3, 17. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.
Hippocrates, Epidemiarum 3.3-3
Not analysed yet
Ἄῤῥωστος τρίτος. Ἐν Θάσῳ Πυθίωνα, ὂς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβεν· γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης· οὐχ ὕπνωσεν· οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. Δευτέρῃ, περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον· ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πουλύν· ἀνεθερμάνθη· δίψα· νύκτα δι᾿ ἡσυχίης· ἵδρωσε περὶ κεφαλὴν σμικρά. Τρίτῃ, ἡμέρην δι᾿ ἡσυχίης· ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά· ἄση· ταραχή· νυκτὸς ἐπιπόνως· οὐδὲν ὕπνωσεν· ἀπὸ δὲ κοιλίης σμικρὰ ξυνεστηκότα κόπρανα διῆλθεν. Τετάρτῃ, πρωῒ δι᾿ ἡσυχίης· περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη· ψύξις· ἄναυδος, ἄφωνος· ἐπὶ τὸ χεῖρον· ἀνεθερμάνθη μετὰ χρόνον· οὔρησε μέλανα, ἐναιώρημα ἔχοντα· νύκτα δι᾿ ἡσυχίης· ἐκοιμήθη. Πέμπτῃ, ἔδοξε κουφισθῆναι· κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου· διψώδης· νύκτα ἐπιπόνως. Ἕκτῃ, πρωῒ μὲν δι’ ἡσυχίης· δείλης δὲ οἱ πόνοι μείζους· παρωξύνθη· ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθεν· νυκτὸς ἐκοιμήθη. Ἑβδόμῃ, ἡμέρῃ, ἀσώδης· ὑπεδυσφόρει· οὔρησεν ἐλαιῶδες· νυκτὸς, ταραχὴ πουλλή· παρέλεγεν· οὐδὲν ἐκοιμᾶτο. Ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες· ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη· παρέκρουσεν· ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη· διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα. Ἐνάτῃ, κωματώδης· ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν· νύκτα κακήν. Δεκάτῃ, πρωῒ ἄφωνος· πολλὴ ψύξις· πυρετὸς ὀξύς· πουλὺς ἱδρώς· ἔθανεν. Ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. ϠΙΠΙΘ.