Ancient Greek
Book 3, 17. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.
Hippocrates, Epidemiarum 3.4-2
Not analysed yet
Ἄῤῥωστος τέταρτος Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς, ἤμεσεν ἰώδεα, πουλλὰ, λεπτά· πυρετὸς φρικώδης, πουλύς· ἱδρὼς ξυνεχὴς δι’ ὅλου· κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης· οὖρα λεπτὰ, ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρυτο· ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα· πολλὰ παρέκρουσεν· οὐδὲν ὕπνωσεν. Δευτέρῃ, πρωῒ ἄφωνος· πυρετὸς ὀξύς· ἵδρωσεν· οὐ διέλιπεν· παλμοὶ δι᾿ ὅλου τοῦ σώματος· νυκτὸς, σπασμοί. Τρίτῃ, παρωξύνθη πάντα· ἀπέθανεν. ϠΙΣΘ.