Ancient Greek
6.4.ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ. to 6.4.3
Hippocrates, Epidemiarum 6.4.ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.-6.4.3
Not analysed yet
1. Τὰ παρ᾿ οὖς, οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσει, τουτέου λαπασσομένου, ὑποστροφὴ γίνεται· κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι. 2. Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ. 3. ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν δὲ ἡσυχώτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.