Ancient Greek
6.8.ΤΜΗΜΑ ΟΓΔΟΟΝ. to 6.8.5
Hippocrates, Epidemiarum 6.8.ΤΜΗΜΑ ΟΓΔΟΟΝ.-6.8.5
Not analysed yet
1. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιπυρεταίνωσιν. 2. Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα. 3. Ὀσφὺν ἀλγέοντι, ἀναδρομὴ ἐς τὸ πλευρόν· καὶ ἐκφύματα ἃ σὴψ καλεῖται. 4. Τὰ νεφριτικὰ οὐκ εἶδον ὑγιασθέντα ὑπὲρ πεντήκοντα ἔτεα. 5. Τὰ ἐν τοῖσιν ὕπνοισι παροξυνόμενα, καὶ ὅσοις ἄκρεα περιψύχεται, καὶ ἡ γνώμη ταράσσεται, καὶ τἄλλα ὅσα περὶ ὕπνον τοιαῦτα, καὶ οἷσι τἀναντία.