Ancient Greek · ~13 min
Chapter 16
Hippocrates, Epistulae, Decretum, Orationes 16.1
Not analysed yet
16. Ἱπποκράτης Κρατεύᾳ χαίρειν. Ἐπίσταμαί σε ῥιζοτόμον ἄριστον, ὦ ἑταῖρε, καὶ διὰ τεὴν ἄσκησιν καὶ διὰ προγόνων κλέος, ὡς μηδὲν ἀποδεῖν σε δυνάμει τοῦ προπάτορος Κρατεύα. Νῦν οὖν, εἰ καί ποτε ἄλλοτε, βοτανολόγησον ὁκόσα τε καὶ ὁκοῖα δύνασαι, ἀναγκαίη γὰρ ἐπείγει, καὶ διάπεμψαί μοι ταῦτα, ἐπ’ ἄνδρα ὅλῃ πόλει ἰσοστάσιον, Ἀβδηρίτην μὲν, ἀλλὰ Δημόκριτον· νοσέειν γάρ φασιν αὐτὸν καὶ καθάρσιος μάλα χρῄζειν ἐντὸς μανίης ἐόντα. Μὴ χρησαίμεθα μέντοι τοῖσι φαρμάκοισιν, ὥσπερ καὶ πέπεισμαι· ἀλλ’ ὅμως εὐτρεπίσασθαι χρὴ πανταχόθεν. Τὸ δὲ χρῆμα τῶν βοτανῶν παρὰ σοὶ πολλάκις ἐθαύμασα, ὡς καὶ τὴν τῶν ὅλων φύσιν τε καὶ διάταξιν καὶ τὸ ἱερώτατων γῆς ἵδρυμα, ἐξ ἧς ζῶα καὶ φυτὰ καὶ τροφαὶ καὶ φάρμακα καὶ τύχη καὶ ὁ πλοῦτος αὐτὸς ἀναφύεται· οὐδὲ γὰρ ἂν εἶχεν οἷ ἐπιβῇ ἡ φιλαργυρίη, οὐδ’ ἂν Ἀβδηρῖταί με νῦν δέκα ταλάντοις ἐδελέαζον, ἀντὶ ἰητροῦ μισθωτὸν ἐλέγχοντες. Εἴθε δὲ ἠδύνασο, Κράτευα, τῆς φιλαργυρίης τὴν πικρὴν ῥίζην ἐκκόψαι, ὡς μηδὲν λείψανον αὐτῆς ἀφεῖναι, εὖ ἴσθι ὡς ἐκαθήραμεν ἂν τῶν ἀνθρώπων μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς νοσεούσας. Ἀλλὰ ταῦτα μὲν εὐχαὶ, σὺ δ’ ἡμῖν τὸ παρεὸν μάλιστα τὰς ὀρεινὰς καὶ ὑψηλολόφους βοτάνας ῥιζοτόμει· στερεώτεραι γὰρ τῶν ὑδρηλοτέρων εἰσὶν καὶ δριμύτεραι μᾶλλον διὰ τὴν τῆς γῆς πυκνότητα καὶ τὴν λεπτότητα τοῦ ἠέρος· ὅ τι γὰρ ἕλκουσιν ἐμψυχότερόν ἐστι. Πειρήθητι δ’ ὅμως καὶ τὰς παρὰ λίμναις ἑλείους πεφυκυίας ἀνθολογῆσαι, καὶ τὰς παραποταμίους ἢ κρηνίτιδας ἢ πιδακίτιδας παρ’ ἡμῖν καλεομένας, ἃς δὴ ἀσθενέας καὶ ἀτόνους καὶ γλυκυχύλους εἶναι πέπεισμαι. Πάντα δὲ ὁκόσα χυλοί τε καὶ ὀποὶ ῥέοντες, ἐν ὑαλίνοισιν ἀγγείοισι φερέσθωσαν· ὁκόσα δ’ αὖ φύλλα ἢ ἄνθεα ἢ ῥίζαι, ἐν κώθωσι καινοῖσι περιεσφηκωμένοισιν, ὅκως μὴ διαῤῥιπιζόμενα τῇσι πνοῇσιν ἐκλίπῃ τὸν τόνον τῆς φαρμακείης, ὥσπερ λειποψυχήσαντα· ἀλλ’ εὐθὺς ἡμῖν ταῦτα πέμψον. Καὶ γὰρ ἡ ὥρη τοῦ ἔτεος ἁρμόδιος, καὶ ἡ ἀνάγκη τῆς λεγομένης μανίης ἐπείγει· τέχνης δὲ πάσης μὲν ἀλλότριον ἀναβολὴ, ἰητρικῆς δὲ καὶ πάνυ, ἐν ᾗ ψυχῆς κίνδυνος ἡ ὑπέρθεσις· ψυχαὶ δὲ τῶν θεραπειῶν οἱ καιροὶ, ὧν ἡ παραφυλακὴ τὸ τέλος. Ἔλπομαι μὲν οὖν ὑγιέα εἶναι τὸν Δημόκριτον καὶ δίχα ἰήσιος· εἰ δ’ ἄρα τι σφάλμα φύσιος ἢ καιροῦ ἢ ἄλλη τις αἰτίη γένοιτο, πολλὰ γὰρ ἡμέας θνητοὺς ἐόντας λάθοι, ἅτε μὴ πάγχυ δι’ ἀτρεκίης εὐτονέοντας, ἐπὶ τὸ ἄδηλον πᾶσαν χρεὼν δύναμιν ἠθροῖσθαι. Οὐ γὰρ ἀρκέεται ὁ κινδυνεύων οἷς δυνάμεθα, ἀλλ’ ἐπιθυμεῖ καὶ ἃ μὴ δυνάμεθα· καὶ σχεδὸν ἀεὶ πρὸς δύο στρατευόμεθα τέλεα, τὸ μὲν ἀνθρώπου, τὸ δὲ τέχνης, ὧν τὸ μὲν ἄδηλον, τὸ δὲ τῆς ἐπιστήμης ὥρισται. Δεῖ δὲ ἐν ἀμφοτέροισι τουτέοισι καὶ τύχης· τὸ γὰρ ἀτέκμαρτον ἐν τῇσι καθάρσεσι δι’ εὐλαβείης ἰατέον· καὶ γὰρ καὶ στομάχου κάκωσιν ὑφορώμεθα, καὶ ξυμμετρίην φαρμακείης πρὸς ἀγνοουμένην φύσιν στοχαζόμεθα· οὐ γὰρ ἡ αὐτὴ καὶ μία φύσις ἁπάντων, ἕτερον δ’ αἰεὶ πρὸς ἑωυτὴν ὁρίζουσα οἰκειοῖ, ἐνίοτε δὲ τὸ πᾶν ἀπώλεσεν. Καὶ ταῖσι βοτάναισι πολλὰ τῶν ἑρπετῶν ἐνιοβόλησε, καὶ περιχανόντα τῇ ἐντὸς αὔρῃ κάκωσιν ἀντ’ ἀλεξήσιος αὐτῇσι προσέπνευσεν, καὶ τούτου ἄγνοια ἔσται, εἰ μή τις ἄρα κηλὶς ἢ σπίλος ἢ ὀδμὴ θηριώδης καὶ ἀπηνὴς τοῦ γενομένου ξύμβολον φανείη· εἶθ’ ἡ τέχνη διὰ τὸ ξύμπτωμα τῆς τύχης τῆς κατορθώσιος ἀφήμαρτε. Βεβαιότεραι δ’ αἰεὶ αἱ δι’ ἐλλεβόρων διὰ τοῦτο καθάρσιές εἰσιν, αἷς καὶ Μελάμπους ἐπὶ τῶν Προίτου θυγατέρων καὶ Ἀντικυρεὺς ἐφ’ Ἡρακλέους ἱστορέονται κεχρῆσθαι. Μὴ χρησαίμεθα δὲ ἡμεῖς ἐπὶ Δημοκρίτεω μηδενὶ τουτέων, ἀλλᾲ γένοιτο ἐκείνῳ τῶν δραστικωτάτων καὶ ἰητρικωτάτων φαρμάκων σοφίη τέλος. Ἔῤῥωσο.