Ancient Greek · ~9 min
Chapter 15
Hippocrates, Epistulae, Decretum, Orationes 15
Not analysed yet
15. Ἱπποκράτης Φιλοποίμενι χαίρειν. Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην. Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτόν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν. Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς, ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης· ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ’ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρά Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν; ἡ δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ· ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ’ αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔῤῥωσο.