Ancient Greek · ~5 min
Chapter 22
Hippocrates, Epistulae, Decretum, Orationes 22
Not analysed yet
22. Ἱπποκράτους πρὸς τὸν υἱὸν Θεσσαλόν. Ἱστορίης δὲ μελέτω σοι, ὦ παϊ, γεωμετρικῆς, καὶ ἀριθμήσιος· οὐ γὰρ μόνον σέο καὶ τὸν βίον εὐκλέα καὶ ἐπὶ πολλὰ χρήσιμον ἐς ἀνθρωπίνην μοίρην ἐπιτελέσει, ἀλλὰ καὶ τὴν ψυχὴν ὀξυτέρην τε καὶ τηλαυγεστέρην κατὰ τὸ ἐν ἰητρικῇ ὀνῆσθαι πᾶν ὅ τι χρῄζει. Καίτοι ἡ μὲν τῆς γεωμετρίης ἱστορίη ἐοῦσα πολύσχημός τε καὶ πολυειδὴς, καὶ πᾶν μετ’ ἀποδείξιος περαινομένη, ἔσται χρησίμη πρός τε τὰς τῶν ὀστέων θέσεις καὶ ἐξαρθρήσεις καὶ τὴν λοιπὴν τῶν μελέων τάξιν· ἐς τὴν γὰρ τουτέων πολυτροπίην εὐεπιγνωστότερος ἐὼν, ἐμβολῇ τε ἄρθρων καὶ τῇ τῶν ὀστέων τῶν συντριβομένων ἀναπρίσει τε καὶ ἐκτρυπήσει καὶ συνθέσει καὶ ἐξαιρέσει καὶ τῇ λοιπῇ θεραπείῃ χρήσῃ, εἰδὼς ὁκοῖόν τε χωρίον ἔστι καὶ τὸ ἐκ τούτου ἐξαιρεύμενον ὀστέον. Ἡ δὲ τῆς ἀριθμήσιος τάξις πρός τε τὰς περιόδους καὶ εὐλόγους τῶν πυρετῶν μεταστάσιας καὶ τὰς κρίσιας τῶν νοσεόντων καὶ τὰς ἐν νούσοις ἀσφαλείας ἀρκέουσα ἔστω· μάλα γὰρ σεμνὸν ὑπηρεσίην ἔχειν ἐν ἰητρικῇ τοιήνδε, ἥτις σοι τὰ μέρεα τῆς ἐπιτάσιος καὶ τῆς ἀνέσιος ἄνισα ὄντα τὴν μοῖραν εὔγνωστα παρέχεται χωρὶς ἀμπλακίης· διὸ δὴ κάρτα ἐς δύναμιν ἀφικνέο τῆς τοιῆσδε ἐμπειρίης. Ἔῤῥωσο.