Ancient Greek · ~7 min
Chapter 24
Hippocrates, Epistulae, Decretum, Orationes 24
Not analysed yet
24. Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα. Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν. Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν. Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι· οἷς σὺ [καὶ] τῶν προτέρων ἀῤῥωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον. Ἔστι δὲ δύο γένη ἀῤῥωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι. Τὰς δ’ ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά· τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας. Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα· κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας· σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας. Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀῤῥωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται· ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς. Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀῤῥωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ’ ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀῤῥώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών.