Ancient Greek · ~5 min
Chapter 26
Hippocrates, Epistulae, Decretum, Orationes 26
Not analysed yet
26. Ἐπιβώμιος. Ὦ πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν· καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ’ Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν. Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι. Γινώσκεσθε, ὦ πλῆθος· καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων καὶ πολίων ὑμετέρων γινώσκομαι ὡς τύπῳ εἰπεῖν. Οὔνομα δ’ ἰδέης καὶ προσωτέρω κεχώρηκε· δοκέω δὲ τοῦτο ἐκ τέχνης ἐμῆς ὑγιείης τε καὶ ζωῆς αἴτιον ἀνθρώποισιν, οὐ μόνον τοῖσι τὴν ἡμετέρην οἰκέουσιν, ἀλλὰ καὶ πολλοῖσιν Ἑλλήνων ἐγγὺς ἡμέων γινώσκομαι. Ἤδη δὲ ὁτέῳ ὑπέμεινα τὸ τηλικοῦτον πρῆγμα ἔργῳ πρᾶξαι, ἐρέω. Ἀθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσίῃ χρεώμενοι, μητρόπολιν ἡμετέρην Κῶ ἐν δούλης μέρει διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιεύμενοι, οὔτε ξυγγενείην αἰδεσθέντες, ἥ ἐστιν αὐτέοις ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέους, ἥτις ἐς Αἴνιόν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἱκνέεται, οὔθ’ Ἡρακλέους εὐεργεσίας ἐνὶ φρεσὶ βαλόμενοι, ἃς ὁ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὀρθῶς ποιέων θεὸς ἐς ἐκείνους κατέθετο. Ὑμεῖς τε ἀλλὰ πρὸς Διὸς ἱκεσίου καὶ θεῶν ὁμογνίων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίης φιλοτιμίης μηδὲν ἐλλείποντες.