Ancient Greek
Chapter 9
Hippocrates, Epistulae, Decretum, Orationes 9
Not analysed yet
9. Ἀπόκρισις Κῴων. Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον. Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ’ οἱ θεοὶ ἀμελήσουσιν ἁμέων.