Ancient Greek · ~1 min
Chapter 12
Hippocrates, Praeceptiones 12
Not analysed yet
12. Ἢν δὲ καὶ εἵνεκα ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμέεις, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίη· ἀπαρνέομαι γὰρ εἰς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσῃ γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.