Ancient Greek · ~3 min
Chapter 14
Hippocrates, Praeceptiones 14
Not analysed yet
14. Ξυνεσταλμένης διαίτης, μὴ μακρὴν ἐγχειρέειν· τοῦ κάμνοντος χρονίη ἡ ἐπιθυμίη· ἀνίστησι καὶ ξυγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. Ὡς μέγας φόβος φυλακτέος, καὶ χάρας δεινότης. Ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. Ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. Ἀσαφίη δὲ γλώττης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ οὔατα, πρίν τε πρότερα ἐξαγγεῖλαι, ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν, ἕτερα ἐπιδιανοεῖσθαι· τὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν. Ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε πάμπουλυς. Νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. Μικρὴ αἰτίη ἄκεσι λύεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ. Διότι ξυμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλέει, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται. Καταύδησις λυπέει. Φιλοπονίης κρατερῆς ὕπο, παραίνεσις, ἀλέα, ᾠδὴ, τόπος ὀνησιφόρος.