Ancient Greek · ~4 min
Chapter 7
Hippocrates, Praeceptiones 7
Not analysed yet
7. Οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο. Καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες, ἐλέγχη, ἐκ ποδὸς ὑψεύμενοι, τύχης γε μὴν δεόμενοι, ὑπό τινων εὐπόρων καὶ ἀσθενῶν ἔνδοσιν ἀναλαμβανόντων ἑκάτερῃ ἐπιτυχίῃ εὐδοκιμέουσι, καὶ διαπιπτόντων ἐπὶ τὸ χεῖρον, καταχλιδεῦσι καταμεμεληκότες τὰ τῆς τέχνης ἀνυπεύθυνα· ἐφ’ οἷς ἂν ἰητρὸς ἀγαθὸς ἀκμάζοι ὁμότεχνος καλεόμενος· ὁ δὲ τὰς ἀκέσιας ἀναμαρτήτους ῥηϊδίως ἐπιτελέων οὐθὲν ἂν τουτέων παραβαίη, οὐ πάντη σπάνει τοῦ δύνασθαι· οὐ γὰρ ἄπιστός ἐστιν ὡς ἐν ἀδικίῃ. Πρὸς γὰρ θεραπηΐην οὐ γίνονται, σκοπέοντες διάθεσιν φθινώδεα, φυλασσόμενοι ἑτέρων ἰητρῶν ἐπεισαγωγὴν, ἐνόντες ἐν μισοπονηρίῃ βοηθήσιος. Οἵ τε νοσέοντες ἀνιέμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἕως τέλους τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπηΐῃ· ἄνεσις γάρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν· διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν, οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, μὴ νοέοντες ἰητροῦ ποικιλίην. Πολυτελεῖς γὰρ ἀπορέουσιν ἐόντες, κακοτροπίῃ προσκυρεῦντες καὶ ἀχαριστέοντες ξυντυχεῖν, δυνατοὶ ἐόντες εὐπορέειν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες μὴ ὑπὲρ αὐτέων λαμβάνειν.