Ancient Greek · ~1 min
Chapter 4
Hippocrates, Prognosticon 4
Not analysed yet
4. Περὶ δὲ χειρῶν φορῆς τάδε γιγνώσκω· ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσιν, ἢ ἐν περιπλευμονίῃσιν, ἢ ἐν φρενίτισιν, ἢ ἐν κεφαλαλγίῃσι, πρὸ τοῦ προσώπου φερομένας καὶ θηρευούσας διὰ κενῆς, καὶ ἀποκαρφολογεούσας, καὶ κροκίδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας, καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας.