Ancient Greek · ~4 min
Chapter 21
Hippocrates, Vectiarius 21
Not analysed yet
21. Τοῦ δὲ ἔξω τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες· καὶ τὸ γόνυ καὶ ὁ ποὺς ἔσω ῥέπει βραχύ. Τοῖσι δὲ ἐν αὐξήσει ἢ ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον· ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως. Οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται· ὥσπερ ὁ μέγας τῆς χειρὸς δάκτυλος· μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει· οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον, καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον ἢ ῥᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου. Ἐκ γενεῆς δὲ, ἠ ἐπ᾿ αὐξήσει, ἢ ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ ἢ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤῥίπτειν· διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν· ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται· τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν.