Ancient Greek
Chapter 37
Hippocrates, Vectiarius 37
Not analysed yet
37. Τὰ δ᾿ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι. Οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλ᾿ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή. Ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δ᾿ ἐπισημαίνεται, δι᾿ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως. Εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, οἷσιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται. Ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν. Ἀτὰρ καὶ ἐς τὰ πλάγια διαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν κατακέωνται· καὶ ἔχει προγνώσιας.