Ancient Greek
117.1.1 to 117.1.26
Hippodamus, Fragmenta [Sp.] 117.1.1-26
Unproofread scanNot analysed yet
ΗΘΙΚΑ ΤΩΝ ΠΥΘΑΓΟΡΕΙΩΝ ΑΠΟΣΠΑΣΜΑΤΙΑ. ΙΠΠΟΔΑΜΟΥ ΘΟΥΡΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ. α'. Τῶν ζῴων τὰ μὲν ἐντι δεκτικά τῆς εὐδαιμονίας, τὰ δὲ ἀδεκτα. Καὶ δεκτικά μὲν ὅσα λόγον ἔχει· ἄ μὲν γὰρ εὐδαιμονία οὐκ ἀπεσθεν ἀρετάς, ἄ δὲ ἀρετὰ ἐγγίνεται τῷ λόγῳ ἔχοντι πράτον· ἀδεκτα δὲ [ὅσα λόγον οὐκ ἔχει· οὔτε γὰρ τὸ ὄψιος ἀμοιρον δέχεται τὸ τῆς] ὄψιος ἔργον ἢ τὰν τῆς ὄψιος ἀρετάν, οὔτα τὸ λόγω ἀμοιρον τὸ τῷ λόγῳ ἔχοντος ἔργον ἢ τὰν τῷ λόγῳ ἔχοντος ἀρεταν· ἄ δ' εὐδαιμονία καὶ ἀρετὰ τῷ λόγῳ ἔχοντος τὰ μὲν ὡς ἔργον τὰ δ' ὡς τέχνα τῆς ἐντι. Τῶν δὴ λόγῳ ἔχόντων ζῴων τὰ μὲν ἐντι αὐτοτελέα, ὅσα δι' αὐτὰ ἃ τελῆσι ἐντι καὶ οὐδενὸς ἐπιδησί τῶν ἐξωθεν οὔτε ποτὶ τὸ ἥμεν οὔτε ποτὶ τὸ καλῶς ἥμεν τοιοῦτος δὲ κα εἴη ὁ θεός. οὐκ αὐτοτελέα δὲ ὅσα μὴ δι' αὐτὰ ἃ τελῆσά ἐντι, ποτιδέεται δὲ καὶ τῆς ἐξωθεν αἰτίας· τοιούτος δὲ κα εἴη ὁ ἄνθρωπος. Τῶν δὴ οὐκ αὐτοτελῶν τὰ μὲν ἐντι τέληα τὰ δ' οὐ τέληα. καὶ τέληα μὲν ὅσα καὶ παρὰ τὰν αὐτῶν αἰτίαν καὶ παρὰ τὰς ἐξωθεν αἰτίας γίνονται. καὶ παρὰ μὲν τὰν αὐτῶν, τῇ καὶ φύσιν ἀγαθὰν καὶ προαιρέσιν ποτενέγκασθαι· παρὰ δὲ τὰς ἐξωθεν, τῷ εὐνομοίαν καὶ ἐπιστάτας ἀγαθούς λαβεῖν· [τοιούτος δὲ κα εἴη ὁ καλοκαγαθὸς ἄνθρωπος]. οὐ τέληα δὲ τὰ ἥτοι μηδετέρω τούτων κοινωνάσαντα, ἢ τινὸς αὐτῶν, ἢ τὰ καθόλου φαῦλα ὑπάρχοντα καττόν γα τρόπον τὰς ψυχὰς· τοιοῦτος δὲ κα εἴη ὕστερος ἄνθρωπος. Τῶν δὲ τελῆσων ἀνθρώπων δοιαι εἰσφοραί· τοὶ μὲν γὰρ ἐντιν αὐτῶν καττὰν φύσιν τέληοι τοὶ δὲ καττὸν βίον· καὶ καττὰν φύσιν μὲν μόνοι τοὶ ἀγαθοί· οὕτοι δὲ χ' εἰεν τοὶ ἔχοντες τὰν ἀρετάν· ἄ γὰρ ἀρετὰ τὰς ἑκάστω φύσιος καὶ ἀκρότας καὶ τεληότας ἐντι·