Ancient Greek
121.1
Hippodamus, Fragmenta [Sp.] 121.1
Unproofread scanNot analysed yet
φοβον ὁ νόμος ἐμπαρασκευάζεν, τὰν δὲ αἰδῶ τὰ ἔθεα· τοῦ γὰρ ἐθισθέντες καλῶς αἰδοῦνται τὰ αἰσχρὰ πράσσειν· ὁ δὲ λόγος τὰν ἐπιθυμίαν ἀγωνὸν γὰρ τὰς αἰτίας ἀπόδοσις ἄμα καὶ ἐξελκυσιτικὸν τῆς ψυχῆς, ἄλλως τε δὴ καὶ γινόμενον μετὰ προτροπῆς. Διὸ καὶ πρακτικὸς καὶ συσσίτια καὶ συσκινίας καὶ συναγγελισμοῖς, τὰ μὲν στρατιωτικῶς τὰ δὲ καὶ πολιτικῶς, παρασκευάζειν δὲ ταῖς τῶν νέων ψυχαῖς, συναρμόζειν δὲ καὶ τὸ τῶν πρεσβυτέρων γένος αὐτοῖς, ἐπειδήπερ τοῦ μὲν νέοι δέονται σωφρονισμῶ καὶ καταρτύσιος, τοῦ δὲ πρεσβύτεροι φιλοσοφίας καὶ διαγωγῆς ἀλύπου.