Ancient Greek
121.3
Hippodamus, Fragmenta [Sp.] 121.3
Unproofread scanNot analysed yet
ἔθῶν. Διὸ δεῖ τὸς νομοθέτας καὶ τὸς ἀρχηλάρχας ἐπιμελῶς παρατηρεῖν, εἰ ἐπιμελῶς ἀσκεῖται τὰ ἔθεα καὶ ὁμαλῶς πορεύεται διὰ πάντων· εἰ δὲ εἰ τὸ γνᾶσιον καὶ τὸ αὐθιγενὲς πλῆθος τὰς πολιτείας διαμαχέται ἀκέραιον καὶ ἀπαρραγμένον ὑπάρχειν ἀπὸ τῶν ἄλλων γένεων· καὶ εἰ τὰ μεγέθεα τῶν βίων ἐν τοῖς αὐτοῖς διαμένει καὶ οὐ παρὰ πολὺ αὐξάνεται· ἄμα γὰρ τῷ τὰ περισσὰ κτᾶσθαι καὶ τὰ περισσὰ μαστεύουσι. Καὶ τὰ μὲν ἔθεα οὕτως ἀσφαλίζεσθαι χρή· τῶς δὲ λόγους, τὸ τῶν σοφιστῶν γένος ἐπιχειροῦντας καὶ δοκιμάζοντας εἰ ποτὶ τὸς νόμους καὶ τὰ πολιτικὰ δόγματα καὶ τὰς ἰδίας οἰκονομίας τῶν βίων ἀφελίμα λέγουσι. οὐ γὰρ τὰν τυχοῦσαν, ἀλλὰ τὰν μεγίσταν κακοδαμιοῦσαν ἐντίκτοντι τοῦ τῶν σοφιστῶν λόγοι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, αἵκα τολμῶντι τι κινῆν παρὰ τὰς κοινὰς ἐννοίας· ἢ τῶν θεῖων ἢ τῶν ἀνθρωπίων· ὁ οὔτε ποτ’ ἀλαθεῖσαι οὐδὲ ποτ’ ἀσφάλειαν οὐδὲ ποτὶ δόξαν καλὴν ἔχειν, ζῶντων δὲ καὶ σὺν ἀνθρώποις ἐπιρρεῖ τῷ κοινῷ βίῳ τῶν ἀνθρώπων. τοιούτοι δὲ λόγοι τυγχάνουσι οἱ φάντες, ἤτοι μὴ εἶμεν τὸ θεῖον ἢ καὶ ἐὰν μὴ ἔχεν οὕτως ποτὶ τὸ τῶν ἀνθρώπων γένος, ὡστ’ ἐπιβλέπειν αὐτὸ καὶ φροντίζειν, ἀλλ’ ἴδὼν καὶ καταλιγορῶν. καὶ γὰρ ἄ τοιαῦτα παραδοχὰ τοῖς ἀνθρώποις ἀφροσύναν καὶ ἀδικίαν ἐντίκτει, ὅταν οὐδ’ εἴπὼν δηλομένους εὐμαρὲς ἔστι. πῶς γὰρ ἄνθρωπος ἀναρχίας πληρωθεὶς καὶ τῶν ὑπᾶτω ἀπωσάμενος φόβον, σκιρτῆ τε καὶ παρανομεῖ, παντοδαπὸς γινόμενος. Χρῆσθαι δεῖ ὡν