Ancient Greek
122.3
Hippodamus, Fragmenta [Sp.] 122.3
Unproofread scanNot analysed yet
γ. Πάντα μὲν τὰν τὰν θνατὰ δι᾽ ἀνάγκαν φύσιος ἐν μεταβολαῖς καλινδεῖται, τὰ μὲν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίονα μετατροπῶν λαμβάνοντα, τὰ δὲ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χειρῶνα. γενόμενα γὰρ ἀξέεται τὰ πράγματα καὶ ἀεξηθέντα ἀκμάζει καὶ ἀκμασάντα γηράσκει καὶ τέλος ὑστατα φθείρεται· τὰ μὲν ὑπὸ φύσιος γινόμενα δι᾽ αὐτὰς τὰς φύσιος ἐς τὸ ἀδύλον αὐτὰς τερματιζόμενα καὶ πάλιν ἐκ τοῦ ἀδύλου ἐς τὸ θνατὸν ἐπισυνερχόμενα ἀμοιβὰς γενέσιος καὶ· ἀνταποδοῦσι φθορὰς κύκλον αὐταύτας ἀναποδιζοίας, τὰ δὲ καὶ ὑπὸ ἀρροσύνας ἀνθρωπίνας ὑβρι καὶ κόρω ζεσάσας. Οἴκοι τε καὶ πόλεις a ὑπὸ μεγάλων εὐτυχημάτων ἀερεῖσθαι, καὶ βίον βαθὺν πλουτεῦσαι ἄμα τοῖς μακαριζομένοις ἀγαθοῖς ἐς τὸν ὀλεθρον ἐβάσαν. οὕτω δὴ καὶ συμβαίνει πᾶσαν ἀγεμονίαν τρισὶ χρόνοις ὁρίζεσθαι, ἐνὶ μέν καὶ πρώτῳb τῷ περιέχοντι τὰν κτᾶσιν, δευτέρῳ δὲ τῷ τὰν ἀπόλαυσιν, τελευταίῳ δὲ τῷ τὰν ἀπόλεσιν. τὸ μέν γὰρ πρώτον c ἀτυχέες ὄντες ἐκτινσαντο, τὸ δὲ δεύτερον d εὐτυχέες γενόμενοι διέφθειραν. Τὰ μὲν τῶν ὑπὸ θεῶν διοικούμενα e ἀφθαρτα ὄντα ὑπὸ ἀφθάρτων τὸν ἀεὶ χρόνον πέφυκε σώζεσθαι, τὰ δ᾽ ὑπ᾽ ἀνθρώπων θνατὰ ὄντα ὑπὸ θνατῶν ἐπιδέχεται ποικίλαν ἀεὶ μεταβολάν. χώρου μέν γὰρ καὶ ὑβριος πέρας ὀλεθρος, ἀπορίας δὲ καὶ στενωχωρίας πέρας ἀνδραγαθία βίῳ ἀνθρωπίνῳ. δεῖ γὰρf καὶ ἀρ᾽ ἐτέρων αὐτὸν περαίνεσθαι.