Ancient Greek
Fragment 20
Hippolytus Scr. Eccl., De benedictione Balaam (fragmenta ap. Irenaeum) 20
Not analysed yet
Οὐ πορεύσῃ μετ' αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐ περὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰ διὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκει τὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς καταράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦ Θεοῦ βούλησιν, ἀλλ' εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧς εἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς.