Ancient Greek
Edition urn:cts:greekLit:tlg2115.tlg006.local001
Hippolytus Scr. Eccl., De benedictione Balaam (fragmentum ex Leontio) 001
Not analysed yet
ΕΚ ΤΩΝ ΕΥΛΟΓΙΩΝ ΤΟΥ ΒΑΛΑΑΜ Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῶν εὐλογιῶν τοῦ Βαλαάμ. Ἵνα δὲ δειχθῇ τὸ συναμφότερον ἔχων ἐν ἑαυτῷ, τήν τε τοῦ θεοῦ οὐσίαν καὶ τὴν ἐξ ἀνθρώπων, ὡς καὶ ὁ ἀπόστολος λέγει „μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς“. „ὁ δὲ μεσίτης ἑνὸς ἀνθρώπου οὐ γίνεται“, ἀλλὰ δύο. ἔδει οὖν τὸν Χριστὸν θεοῦ καὶ ἀνθρώπων μεσίτην γενόμενον παρ' ἀμφοτέρων ἀρραβῶνά τινα εἰληφέναι, ἵνα φανῇ δύο προσώπων μεσίτης.