Ancient Greek
Fragment 2
Hippolytus Scr. Eccl., De duobus latronibus (Joh. 19.33-34) 2
Not analysed yet
Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τοὺς δύο λῃστάς). Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον, μεγάλην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν. ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμα τε καὶ ὕδωρ· ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκρόν, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.