Ancient Greek
Fragment 1
Hippolytus Scr. Eccl., De universo (fragmenta) 1
Not analysed yet
Οὐ συγχωρητέον οὖν οἷς τὸ πολὺ τῶν δαιμόνων σκοτοφυὲς πνεῦμα ἐνεῖρκται ἐν ψυχαῖς, πολλὴν θεῶν γένεσιν καὶ ἀναρίθμητον φανταζομένοις οὐσίαν, κατά γε τὴν Ἡσιόδου Θεογονίαν καὶ Ὁμήρου ματαιολογίαν· οἷς, εἰ μὴ θέλοιεν δοκεῖν πείθεσθαι οἱ καθ' Ἕλληνας φιλόσοφοι ἐπαγγελλόμενοι, ἀλλά γε διὰ τοῦ σέβειν τὰ ὑπ' αὐτῶν μεμυθευμένα συνῄραντο.