Ancient Greek
Fragment 1
Hippolytus Scr. Eccl., Demonstratio temporum paschatis (in catenis) 1
Not analysed yet
Ἱππολύτου. Εἰ δὲ βούλει, λόγος θεοῦ ἦν πρωτότοκος, ἀπ' οὐρανῶν ἐπὶ τὴν μακαρίαν Μαρίαν κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵνα ὁ πρωτότοκος λόγος τοῦ θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ.