Ancient Greek
Fragment 7
Hippolytus Scr. Eccl., Demonstratio temporum paschatis (in catenis) 7
Not analysed yet
Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῆς εἰς τὸ πάσχα ἐξηγήσεως. Ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ, γεμίσας δὲ τὸ πᾶν πρὸς πάσας τὰς ἀερίους ἀρχάς, γυμνὸς ἀνταπεδύσατο, καὶ πρὸς ὀλίγον βοᾷ „παρελθεῖν τὸ ποτήριον“, ἵνα δείξῃ ἀληθῶς ὅτι καὶ ἄνθρωπος ἦν, μεμνημένος δὲ καὶ δι' ὃ ἀπεστάλη, πληροῖ τὴν οἰκονομίαν εἰς ἣν ἀπεστάλη καὶ βοᾷ „πάτερ μὴ τὸ θέλημά μου“, „τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής“.