Ancient Greek
Fragment 1
Hippolytus Scr. Eccl., Fragmentum de distributione talentorum (Matth. 25.24) 1
Not analysed yet
Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ λόγου τοῦ εἰς τὴν τῶν ταλάντων διανομήν. Τούτους δὲ καὶ τοὺς ἑτεροδόξους φήσειεν ἄν τις γειτνιᾶν, σφαλλομένους παραπλησίως. καὶ γὰρ κἀκεῖνοι ἤτοι ψιλὸν ἄνθρωπον ὁμολογοῦσι πεφηνέναι τὸν Χριστὸν εἰς τὸν βίον, τῆς θεότητος αὐτοῦ τὸ τάλαντον ἀρνούμενοι· ἤτοι τὸν θεὸν ὁμολογοῦντες, ἀναίνονται πάλιν τὸν ἄνθρωπον, πεφαντασιωκέναι διδάσκοντες τὰς ὄψεις αὐτῶν τῶν θεωμένων, ὡς ἄνθρωπον οὐ φορέσαντα ἄνθρωπον, ἀλλὰ δόκησίν τινα φασματώδη μᾶλλον γεγονέναι, οἷον ὥσπερ Μαρκίων καὶ Οὐαλεντῖνος καὶ οἱ γνωστικοί, τῆς σαρκὸς ἀποδιασπῶντες τὸν λόγον, τὸ ἓν τάλαντον ἀποβάλλονται, τὴν ἐνανθρώπησιν.