Ancient Greek
Edition urn:cts:greekLit:tlg2115.tlg025.local001
Hippolytus Scr. Eccl., Fragmentum de resurrectione et incorruptione (ap. Anastasium Sinaïtam, Viae dux) 001
Not analysed yet
ΠΕΡΙ ΑΝΑΣΤΑΣΕΩΣ ΚΑΙ ΑΦΘΑΡΣΙΑΣ Ἱππολύτου ἐπισκόπου Ῥώμης ἐκ τοῦ Περὶ ἀναστάσεως καὶ ἀφθαρσίας λόγου. Ἔσονται, φησίν, ἐν τῇ ἀναστάσει οἱ ἄνθρωποι ὡς οἱ ἄγγελοι τοῦ θεοῦ, ἐν ἀφθαρσίᾳ δηλονότι καὶ ἀθανασίᾳ καὶ ἀρρευσίᾳ. ἄφθαρτος γὰρ οὐσία οὐ γεννᾷ, οὐ γεννᾶται, οὐκ αὔξει, οὐχ ὑπνοῖ, οὐ πεινᾷ, οὐ διψᾷ, οὐ κοπιᾷ, οὐ πάσχει, οὐ θνήσκει, οὐ τιτρᾶται ὑπὸ ἥλων καὶ λόγχης, οὐχ ἱδροῖ, οὐχ αἱμορροεῖ. τοιαῦται οὐσίαι εἰσὶν ἥ τε τῶν ἀγγέλων, ἥ τε τῶν ψυχῶν τῶν ἐκ σωμάτων ἀπηλλαγμένων, ἐπειδὴ καὶ ἀμφότεραι ἑτερογενεῖς εἰσιν, καὶ ἀλλότριαι τῆς ὁρωμένης καὶ φθειρομένης ταύτης τοῦ κόσμου κτίσεως.