Ancient Greek
Page 397
Hippolytus Scr. Eccl., Fragmentum in Genesim 4.23 (e cod. Ath. Bibl. Nat. 2492) 397
Not analysed yet
τοῦ δὲ Κάϊν δεινῶς τὸ στένειν καὶ τρέμειν—δικαίᾳ ἀποφάσει θεοῦ κατάκριτος—ἔχοντος, τουτέστιν φόβο(ν) καὶ δειλίαν, ἐν ἀσθενείᾳ σὺν τρόμῳ πολλῷ ἀπὸ κεφαλῆς μέχρι ποδῶν συνεχομένου καὶ δίχα χειραγωγοῦντος μὴ ἰσχύοντος ἐκ τόπου εἰς τόπον διελθεῖν, τὸ μάλιστα καὶ πρὸς ἑβδόμην γενεὰν ἐγγόνων αὐτοῦ—ἀδύνατος καὶ γηράλγητος—καταντήσαντος καὶ οὕτως τὰς ζʹ γενεὰς τὴν τῆς ἀδελφοκτονίας διηγουμένου ποινήν. Ἔτυχεν κατ' οἰκονομίαν μετὰ ταῦτα τὸν μὲ<ν> Λάμεχ, τὸν αὐτοῦ ἀπόγονον, ἐν τόπῳ εἶναι δασέῳ σύνεγγυς τῆς αὐτῶν παροικίας, δι' ἐκείνης δὲ καὶ τὸν Κάϊν διέρχεσθαι. Τοῦ δὲ Λάμεχ εὐστοχωτάτου ὄντος ἐν τόξου βολαῖς καὶ δόξαντος θήραν ἀλόγου εἶναι τὸ διερχόμενον διὰ τὸν κρότον, τοῦ τρόμου λήθῃ κρατηθεὶς κατ' οἰκονομίαν τῆς ποινῆς τοῦ προπάτορος, καὶ τείνας τὸ τόξον ἐν δυνάμει, ἐν μιᾷ βολῇ ἄμφω τοὺς δύο ἀπέκτεινεν, τόν τε χειραγωγούμενον Κάϊν καὶ τὸν χειραγωγοῦντα νεανίσκον.