Ancient Greek
Edition urn:cts:greekLit:tlg2115.tlg051.local001
Hippolytus Scr. Eccl., Fragmentum in Helcanam et Annam 001
Not analysed yet
Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνου· Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ ἦν, οὕτω καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγές, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἐπιδειχθῇ.